Proxeny decree for Hieron, son of Ainesidemos, of Olynthos. Statue base of Pentelic marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 190, 21 — SEG 15.279
1 Πύθων Καλλιγείτονος εἶπεν· ἐπειδὴ Ἱέρων Αἰνησιδήμου
Ὀλύνθιος διατελεῖ εὔνους καὶ χρήσιμος ὢν τῆι πόλει,
δεδόχθαι τῶι δήμωι· εἶναι αὐτὸν πρόξενον καὶ εὐερ-
γέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγόνους
5 καὶ δεδόσθαι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφά-
λειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ
κατὰ [γῆ]ν καὶ κατὰ θάλατταν καὶ ἰσοτέλειαν
καὶ τ[ὰ] ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις προ-
ξένο[ι]ς καὶ εὐεργέταις.
Search Help
Contact Us