Proxeny decree for Timokles, son of Timaratos, of Athens. Statue
base of Pentelic marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 190, 19 — SEG 15.277
1 | Ἀρίστων Νικοστράτου εἶπεν· ἐπειδὴ [Τι]μοκλῆς εὔνο[υς] |
ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ [τ]ῶν πολ[ι]τῶν | |
τοῖς δεομένοις παρέχεται χρείας̣ ἐμ παντὶ κα[ι]- | |
ρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δ[ή]μωι· Τιμοκλῆ[ν] | |
5 | Τιμαράτου Ἀθηναῖον πρόξενον εἶναι κα[ὶ] εὐεργέτην |
τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους κα[ὶ εἶ]- | |
ναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν κ[αὶ ἰσο]τέλει[αν] | |
καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης κ[αὶ κα]τὰ γῆν κ[αὶ] | |
κατὰ θάλατταν καὶ τἆλλα πάντα ὑπάρ[χε]ιν αὐτῶ[ι] | |
10 | καθάπερ καὶ τοῖς λοιποῖς προξένοις καὶ ε[ὐ]εργέτα[ις] |
τῆς πόλεως γέγραπται. |