Proxeny decree for Polemokrates, son of Zoilos, of Phthiotic Thebes. L-shaped base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 288
1 Ἀρίστων Νικοστράτου εἶπεν· ἐπειδὴ Πολεμοκράτης εὔ[νους ὢν]
[δ]ιατελεῖ τεῖ πόλει [ρ]ωπίων καὶ ἐμ παντὶ καιρῶι τ συμφ[έρον]
[πρ]άττει τεῖ πόλει καὶ καθ’ ἰδίαν ἑκάστωι καθ’ ἃ ἂν δυν[α]τὸ[ς εἶ, δεδό]-
[χθ]αι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Πολεμοκράτην Ζωΐλου Θ[ηβαῖον ἐξ Ἀ]-
5 [χαΐ]ας τῆς Φθιώτ<ι>δος πρόξενον εἶναι τῆς πόλεως Ὠρ[ωπίων]
[καὶ] αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν
[κ]αὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν καὶ κατὰ [θά]-
λατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα ὅσα καὶ τοῖς [λοι]-
ποῖς προξένοις καὶ εὐεργέταις τῆς πόλεως ὑπάρχει.
Search Help
Contact Us