Proxeny decree for Pasinos, son of Parmenon, of Polyrhenia. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 307
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ἀρτυλάου, ἱερέως δὲ τοῦ Ἀ[μ]φιαράου Πυροκλεί[δου, Ἀλαλκομενείου]
ἐνβολ[ίμου], Θεοπομπίδης Φιλοξενίδου εἶπε[ν]· ἐπειδὴ Πα[σ]ῖν[ος]
εὔ[ν]ους ὢν δι[α]τελεῖ
τεῖ πόλει κοινεῖ [καὶ] ἰδίαι τ[οῖς] δεομένοις τ[ῶν] πολε[ι]τῶν παρέχεται χρείας ἐν παντὶ καιρῶι,
5 δεδόχθαι τ[ε]ῖ βουλ[ε]ῖ καὶ τῶι δήμωι· Πα[σῖνο]ν [Παρμέν]οντ[ος] Πολυρήνιον πρόξενον
εἶναι καὶ εὐερ[γέ]την τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτ[ῶι]
γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ π[ολ]έμου καὶ εἰρήνης καὶ κατὰ γῆν
[κ]αὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτοῖ καθάπερ καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις γέγραπται· ὑπεψήφιζε Μενεκράτης.
Search Help