Proxeny decree for Hermogenes, son of Apollonios, of Myrina.
L-shaped base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 289 — ArchEph (1919) 81, 117
1 | ἄρχοντος ἐν κοινῶι Φιλοξένου, ἱερέως τοῦ Ἀμφιαράου |
Δημαινέτου, Ἑρμαίου, Ἀρίστων Νικοστράτου εἶπεν· ἐπει- | |
δὴ Ἑρμογένης εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων v | |
καὶ ἰδίαι τῶμ πολιτῶν ἑκάστωι παρέχεται χρείας ἐμ παν%⁸⁰- | |
5 | τὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἑρμογένην Ἀ- |
πολλωνίου Μυριναῖον πρόξενον εἶναι καὶ εὐεργέ%⁸⁰την τῆς πό- | |
λεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς | |
καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλ- | |
ειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήν- | |
10 | ης καὶ τἆλλα πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις κ- |
αὶ εὐεργέταις τῆς πό%⁸⁰%⁸⁰%⁸⁰λεως γέγραπται. |