Proxeny decree for Hermogenes, son of Apollonios, of Myrina. L-shaped base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 289 — ArchEph (1919) 81, 117
1  ἄρχοντος ἐν κοινῶι Φιλοξένου, ἱερέως τοῦ Ἀμφιαράου
Δημαινέτου, Ἑρμαίου, Ἀρίστων Νικοστράτου εἶπεν· ἐπει-
 δὴ Ἑρμογένης εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων v
 καὶ ἰδίαι τῶμ πολιτῶν ἑκάστωι παρέχεται χρείας ἐμ παν%⁸⁰-
5  τὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἑρμογένην Ἀ-
 πολλωνίου Μυριναῖον πρόξενον εἶναι καὶ εὐεργέ%⁸⁰την τῆς πό-
 λεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς
 καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλ-
 ειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήν-
10  ης καὶ τἆλλα πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις κ-
 αὶ εὐεργέταις τῆς πό%⁸⁰%⁸⁰%⁸⁰λεως γέγραπται.
Search Help