Proxeny decree for Alexinos and Stibandros, sons of Theoros, of Karystos.
Crowning block of black stone from a statue base.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 284
1 | [Μοσχίων] Δωροθέου εἶπεν· ἐπει[δ]ὴ Ἀλεξῖνος καὶ Στίβανδρος εὖνοι ὄντες |
[καὶ χρή]σιμοι διατελοῦσιν τῆι πόλει Ὠρωπίων, δεδόχθαι τῶι δήμωι· | |
[Ἀλεξῖνο]ν καὶ Στίβανδρον Θε〚․․〛ώρου {²⁶Θεώρου}²⁶ Καρυστίους προξένους εἶναι αὐτοὺς καὶ ἐκγόνους | |
[τῆ]ς πόλεως Ὠρωπίων καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν | |
5 | καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ <κα>τὰ θάλατταν |
κα[ὶ τ]ἆλλα πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |