Proxeny decree for Kallias, son of Nikon, of Elateia. Statue base
of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 256 + 408
1 | vvvvv ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικρ[άτο]υ, |
Κλεόμαχος Μειλίχου εἶπεν· ἐπειδὴ Καλλίας εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ ἰδία[ι τ]ῶν | |
πολιτῶν τοῖς δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Καλ- | |
λίαν Νίκωνος Ἐλατέα πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως καὶ αὐτὸν καὶ ἐκγόν[ο]υς καὶ | |
5 | εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέ- |
μου ὄντος καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτοῖς ὅ- | |
σαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |