Proxeny decree for Gennaios, son of Kleon, of Elateia.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 253
1   ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικράτου, vacat
Κλεόμαχος Μειλίχου εἶπεν· ἐπειδὴ Γενναῖος εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ ἰδίαι τῶν πολιτῶν τοῖς
 <δ>εομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Γενναῖον Κλέωνος Ἐλατέα πρό-
 ξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσο-
5  τέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα
 πάντα ὑπάρχειν αὐτῶι ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us