Proxeny decree for Pythonax, son of Damasippos, of Lampsakos.
L-shaped base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 293
1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, |
ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικράτου τοῦ δευτέρου, | |
Παράμυθος Κρατίνου εἶπεν· ἐπειδὴ Πυθῶναξ | |
εὔνους ὢν διατελεῖ τῆι τε πόλει Ὠρωπίων | |
5 | καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐμ παν- |
τὶ καιρῶι τὸ συμφέρον πράττει, δεδόχθαι τῆι βου- | |
λῆι καὶ τῶι δήμωι· Πυθώνακτα Δαμασίππου Λαμ- | |
ψακηνὸν πρόξενον εἶναι τῆς πόλεως Ὠρωπί- | |
ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς | |
10 | καὶ οἰκίας ἔνκτησιν καὶ ἀσφάλειαν καὶ ἀ- |
συλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ | |
γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα ὑ- | |
πάρχειν αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις προ- | |
ξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται. |