Proxeny decree for Pythonax, son of Damasippos, of Lampsakos. L-shaped base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 293
1  ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος,
 ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικράτου τοῦ δευτέρου,
Παράμυθος Κρατίνου εἶπεν· ἐπειδὴ Πυθῶναξ
 εὔνους ὢν διατελεῖ τῆι τε πόλει Ὠρωπίων
5  καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐμ παν-
 τὶ καιρῶι τὸ συμφέρον πράττει, δεδόχθαι τῆι βου-
 λῆι καὶ τῶι δήμωι· Πυθώνακτα Δαμασίππου Λαμ-
 ψακηνὸν πρόξενον εἶναι τῆς πόλεως Ὠρωπί-
 ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς
10  καὶ οἰκίας ἔνκτησιν καὶ ἀσφάλειαν καὶ ἀ-
 συλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ
 γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα ὑ-
 πάρχειν αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις προ-
 ξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται.
Search Help
Contact Us