Proxeny decree for Balakros, son of Euphronios, of Athens.  Base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 304
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου
Ἐπικράτου, vvvvv Ἀμφίνικος Πυθίωνος εἶπεν· ἐπειδὴ Βάλακρος [εὔ]-
νους ὢν διατελεῖ τῆι τε πόλει καὶ ἰδίαι τῶν πολιτῶν ἀεὶ τοῖς χρεί[αν ἔ]-
[χ]ουσιν, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Βάλακρον Εὐφρονίο̣[υ Ἀθη]-
5 [να]ῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόν[ους]
καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ πο[λέ]-
μου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ ἀτέλειαν κ̣[α]-
θάπερ καὶ τοῖς ἄλλοις προξένοις.
Search Help
Contact Us