Proxeny decree for Poseidippos, son of Dionysios, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 277
1 Χαιρέας Λυρανίου εἶπεν· προβεβουλευμένον εἶναι αὑτῶι πρὸς τὸν δῆ-
 μον· ἐπειδὴ Ποσείδιππος εὔνους ὢν διατελεῖ τεῖ τε πόλει καὶ τῶν
 πολιτῶν ἀεὶ τοῖς δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι καὶ
 λέγων καὶ πράττων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή-
5  μωι· Ποσείδιππον Διονυσίου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέ-
 την τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς
 καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ
 γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν
 αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται.
Search Help
Contact Us