Proxeny decree for Chairites, son of Phaidimos, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 276
1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικράτου, |
vvv μηνὸς v Προστατηρίου v τριακάδι· vacat | |
Χαιρέας Λυρανίου εἶπεν· προβεβουλευμένον εἶναι αὑτῶι πρὸς τὸν δῆ- | |
μον· ἐπειδὴ Χαιρίτης εὔνους ὢν διατελεῖ τεῖ τε πόλει καὶ τῶν πολι- | |
5 | τῶν ἀεὶ τοῖς δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι καὶ λέγων καὶ |
πράττων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Χαιρίτην | |
Φαιδίμου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρω- | |
πίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν | |
καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θά- | |
10 | λατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτοῖς καθά- |
περ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται. |