Proxeny decree for Chairites, son of Phaidimos, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 276
1  ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικράτου,
vvv μηνὸς v Προστατηρίου v τριακάδι·     vacat
Χαιρέας Λυρανίου εἶπεν· προβεβουλευμένον εἶναι αὑτῶι πρὸς τὸν δῆ-
 μον· ἐπειδὴ Χαιρίτης εὔνους ὢν διατελεῖ τεῖ τε πόλει καὶ τῶν πολι-
5  τῶν ἀεὶ τοῖς δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι καὶ λέγων καὶ
 πράττων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Χαιρίτην
 Φαιδίμου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρω-
 πίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν
 καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θά-
10  λατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτοῖς καθά-
 περ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται.
Search Help
Contact Us