Proxeny decree for Nikias, son of Epimenides, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 221-204 BC — IG VII 274
1 | ἐπὶ ἱερέως Δημοκράτου· |
Δημόστρατος Εὐδήμου εἶπεν· ἐπειδὴ Νικίας Ἐπιμενίδου v | |
Ἀθηναῖος εὔνους ἐστὶν τῆι πόλει καὶ λέγων καὶ πράττων v | |
διατελεῖ τῆι πόλει τὰ συμφέροντα ἐμ παντὶ καιρῶι, δεδόχθαι | |
5 | τῆι βουλῆι καὶ τῶι δήμωι· Νικίαν Ἐπιμενίδου Ἀθηναῖον πρόξε- |
νον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι | |
αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ | |
ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ | |
θάλατταν καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
10 | εὐεργέταις γέγραπται. |