Proxeny decree for Aristonikos, son of Diophantos, of Zakynthos. L-shaped base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 221-204 BC — IG VII 296
1 [ἄρχοντος] ἐ̣ν κοινῶι Βοιωτῶν Διονυσίου, vv
[ἐπὶ δὲ πό]λ̣εως Νικοκλέους, ἱερέως δὲ τοῦ v
[Ἀμφιαρ]άου Δημοκράτου, v μηνὸς Δαματρίου v
[ἕκτηι] ἀπιόντος, ἐπεψήφιζεν Ἡγήσιππος, vv
5 [Μείλ]ιχος Ἀριστογείτονος εἶπεν· ἐπειδὴ Ἀριστό-
[ν]ικος εὔνους ἐστὶν τῆι πόλει καὶ τῶν πολιτῶν
ἀ̣εὶ τῶι χρείαν ἔχοντι τὸ συμφέρον πράττει, δεδό-
χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀριστόνικον Διο-
φάντου Ζακύνθιον πρόξενον εἶναι τῆς πόλεως
10 Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς
γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφά-
λειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ
κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα
ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ-
15 [τ]αις τῆς πόλεως γέγραπται.
Search Help
Contact Us