Proxeny decree for Phormion, son of Nymphaios, of Byzantion.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 221-204 BC — IG VII 298; p. 744 — OGIS 81
| 1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Διονυσίου, ἐπὶ δὲ πό[λεως Νικο]- |
| κλ̣έ̣ους, ἱερέως δὲ τοῦ Ἀμφιαράου Δημοκράτου τοῦ δε[υτέρου], | |
| Νέανδρος Νεανδρίδου εἶπεν· προβεβουλευμένον αὑ[τῶι εἶ]- | |
| ναι πρὸς τὸν δῆμον· ἐπειδὴ Φορμίων ὁ Βυζάντιος φίλ[ος ὢν] | |
| 5 | τοῦ βασιλέως Πτολεμαίου καὶ λέγων καὶ πράττων [διατε]- |
| λεῖ τὰ συμφ[έ]ροντα τῶι δήμωι καὶ καθ’ ἰδίαν ἀεὶ τῶ[ν πολι]- | |
| τῶν τῶι χρείαν ἔχοντι τὴν πᾶσαν σπουδὴν ποιεῖται [καὶ οὐ] | |
| μόνον ἐν τῆι ἰδίαι ὢν εὔνουν ἑαυτὸν παρείχετο τῶι̣ [δήμωι] | |
| ἀλλὰ καὶ νῦν παρὰ τῶι βασιλεῖ Πτολεμαίωι πολλ[οὺς καὶ] | |
| 10 | συμφέροντας λόγους ποιεῖται ὑπὲρ τῆς πόλεω[ς, ὅπως] |
| οὖν καὶ ὁ δῆμος φαίνηται τὴν πᾶσαν ἐπιμέλεια̣[ν ποιού]- | |
| μενος τῶν εὐεργετούντων ἑαυτόν, δεδόχθαι [τῆι βου]- | |
| λῆι καὶ τῶι δήμωι· Φορμίωνα Νυμφαίου Βυζά[ντιον] | |
| πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπί[ων αὐτὸν] | |
| 15 | καὶ ἐκγόνους, εἶναι δὲ αὐτοῖς ἰσοτέλειαν καὶ ἀσφάλε[ιαν καὶ ἀ]- |
| συλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ κα[τὰ γῆν] | |
| καὶ κατὰ θάλατταν καὶ ἔνκτησιν γῆς καὶ οἰκ[ίας καὶ] | |
| προεδρίαν ἐν τοῖς ἀγῶσιν οἷς τίθησιν ἡ πόλ[ις καὶ πρό]- | |
| σοδον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον πρώτο[ις μετὰ] | |
| 20 | τὰ ἱερὰ καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς ἄ[λλοις προ]- |
| ξένοις καὶ εὐεργέταις τῆς πόλεως ὑπάρχε̣[ι, ἀναγρά]- | |
| ψαι δὲ τόδε τὸ ψήφισμα τοὺς πολεμάρχο[υς τοὺς ἐ]- | |
| πὶ ἱερέως Δημοκράτου τοῦ δευτέρου ἐν [τῶι ἱερῶι τοῦ] | |
| Ἀμφιαράου, ἐπὶ τῆς βάσεως τῶν εἰκόν[ων τοῦ βα]- | |
| 25 | σιλέως Πτολεμαίου καὶ τῆς βασιλί̣[σσης Ἀρσινόης]. |