Proxeny decree for Eupolemos, son of Eudemos, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 255
1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Φίλωνος, ἐπὶ δὲ πόλεως Θεοτίμου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Νικίππου, |
Ὠρωπόδωρος Θεοζότου εἶπεν· ἐπειδὴ Εὐπόλεμος εὔνους ἐστὶν τῆι πόλει καὶ λέγων καὶ πράττων | |
ἀεὶ τὰ συμφέροντα ἐμ παντὶ καιρῶι διατελεῖ, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Εὐπόλεμον Ε[ὐ]- | |
δήμου Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτ̣[ῶι γῆς] | |
5 | καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης κ[αὶ τὰ ἄλ]- |
λα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται. |