Proxeny decree for Kephisophon, son of Antiphilos, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 278 — ArchEph (1925/26) 22, 138
1 | [ἄρχοντος ἐν κ]οινῶι Βοιωτῶν Φίλωνος, ἐπὶ δὲ πόλεως Θεοτίμου, |
[ἱερέως] δὲ τοῦ Ἀμφιεράου Νικίππου, | |
[Ἑρμόδωρος Ὀλ]υμπίχου εἶπε[ν· ἐπει]δὴ Κηφισοφῶν εὔνους ὑπάρχε[ι] | |
[τῆι πόλει κοινῆι κα]ὶ λέγων κ[αὶ πράτ]των ὑπὲρ αὐτῆς διατελεῖ τὰ | |
5 | [συμφέροντα διὰ π]αντός, ἰδία[ι δὲ τ]ῶν πολιτῶν τοῖς δεομένοις πα- |
[ρέχεται χρείας ἐν] παντὶ κα[ιρῶι], δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- | |
[μωι· Κηφισοφῶντα Ἀ]ντιφίλου [Ἀθην]αῖον πρόξενον εἶναι καὶ εὐ- | |
[εργέτην τῆς τῶν Ὠρ]ωπίων πό[λεω]ς αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι | |
[αὐτῶι γῆς καὶ οἰκίας] ἔνκτ[ησιν κ]αὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ | |
10 | [ἀσφάλειαν καὶ πολέ]μου ὄ[ντος κ]αὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κα- |
[τὰ θάλατταν καὶ τὰ ἄλλα ὑπάρχ]ειν αὐτῶι ὅσαπερ καὶ τοῖς ἄλλοις | |
[προξένοις καὶ εὐεργέταις]. |