Proxeny decree for Autokrates, son of Nikokles, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 273
| 1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Φίλωνος, ἐπὶ δὲ πόλεως Θεοτίμου, |
| ἱερέως δὲ τοῦ Ἀμφιαράου Νικίππου, | |
| Εὔβουλος Ἀμύντου εἶπεν· ἐπειδὴ Αὐτοκράτης εὔνους ἐστὶν | |
| τῆι πόλει καὶ λέγων καὶ πράττων τὰ συμφέροντα ἐν παντὶ καιρῶι | |
| 5 | διατελεῖ, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Αὐτοκράτην Νικοκλέους |
| Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν | |
| καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ | |
| ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρή- | |
| νης καὶ τὰ ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐ- | |
| 10 | εργέταις γέγραπται. |