Proxeny decree for Deimachos, son of Ariston, of Phaselis.  Crowning block of white marble from a statue base.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC
1 ἱερέως Κλεάρχου, μηνὸς Ἀλαλκομενείου ἕκτει
ἐπὶ δέκα, ἐπεψήφιζε Πολέμαρχος vv ανος· Πλουταρχίδης Φι-
λιστίδου εἶπεν· δεδόχθαι τῶι δήμωι· Δηΐμαχον Ἀρίστωνος Φαση-
[λί]την πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους
5 καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλί-
αν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κα<τὰ> γῆν καὶ κατὰ θάλ-
ατταν καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις.
Search Help