Proxeny decree for Pantakles, son of Sokrates, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — bef. 202 BC — IG VII 358
1 ἱερέως Ἑρμοκράτου, Ἀλαλκομενείου, ἐπεψήφιζεν Σῖμος Νικιάδου· vacat
Ἑρμόδωρος Ἑρμοκράτου εἶπεν· δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Παντακλῆ Σωκράτου
Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐ-
τῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πο-
5 λέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα
καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help