Proxeny decree for Mikades, son of Gyron, of Chalkis.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — undated — IG VII 368
1 [— — — — — — — —]ος εἶπεν· ἐπειδὴ Μικάδης Γύρωνος Χαλκιδε[ὺ]ς εὔνους ὢν
[διατελεῖ τῆι πό]λει Ὠρωπίων καὶ ἰδίαι καὶ ἑκάστωι τῶν πολιτ[ῶ]ν χρείας παρέ-
[χεται καὶ λ][γων κα]ὶ πράττων τὰ συμφέροντα, δεδόχθαι τῶι δήμ[ω]ι· Μικάδην Γύ-
[ρωνος Χαλκιδέα πρ]όξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐ[κ]γόνους καὶ εἶναι
5 [αὐ]τοῖς γῆς καὶ [οἰκία]ς ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν κα[ὶ] ἀσφάλειαν
[καὶ πολέμου καὶ] εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα
[πάν]τα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us