Proxeny decree for Straton, son of Achaios, of Seleukeia. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 254
1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ἀριστομάχου, ἐπὶ δὲ πόλεως Κτήσωνος, ἱερέως δὲ τοῦ Ἀμφια- |
ράου Πίργου, vvv Ὠρωπόδωρος Θεοζότου εἶπεν· ἐπειδὴ Στράτων εὔνους ὢν τυγχάνει τῆι | |
πόλει καὶ διατελεῖ ἐμ παντὶ καιρῶι τὸ συμφέρον πράττων κοινῆι τε πᾶσι τοῖς πολίταις καὶ ἰδίαι | |
ἑκάστωι καθ’ ὃ ἂν ἦι δυνατὸν αὐτῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Στράτωνα Ἀχαιοῦ | |
5 | Σελευκέα πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐ- |
τοῖς ἔνκτησιν γῆς καὶ οἰκίας καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ τὰ | |
ἄλλα ὑπάρχειν ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται. |