Proxeny decree for Straton, son of Achaios, of Seleukeia.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 254
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ἀριστομάχου, ἐπὶ δὲ πόλεως Κτήσωνος, ἱερέως δὲ τοῦ Ἀμφια-
ράου Πίργου, vvv Ὠρωπόδωρος Θεοζότου εἶπεν· ἐπειδὴ Στράτων εὔνους ὢν τυγχάνει τῆι
πόλει καὶ διατελεῖ ἐμ παντὶ καιρῶι τὸ συμφέρον πράττων κοινῆι τε πᾶσι τοῖς πολίταις καὶ ἰδίαι
ἑκάστωι καθ’ ὃ ἂν ἦι δυνατὸν αὐτῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Στράτωνα Ἀχαιοῦ
5 Σελευκέα πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐ-
τοῖς ἔνκτησιν γῆς καὶ οἰκίας καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ τὰ
ἄλλα ὑπάρχειν ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται.
Search Help
Contact Us