Proxeny decree for Theophilos, son of Phaidimos, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 251
1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Νίκωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐξηκεστίδου, 〚μηνὸς〛 |
Ὠρωπόδωρος Θεοζότου εἶπεν· ἐπειδὴ Θεόφιλος εὔνους ὢν διατελεῖ τῆι τε πόλει καὶ τῶν πολιτῶν ἀεὶ | |
τοῖς δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Θεόφιλον Φαιδίμου | |
Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτη- | |
5 | σιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης οὔσης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν |
αὐτῶι καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως. |