Proxeny decree for Theophilos, son of Phaidimos, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 251
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Νίκωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐξηκεστίδου, 〚μηνὸς〛
Ὠρωπόδωρος Θεοζότου εἶπεν· ἐπειδὴ Θεόφιλος εὔνους ὢν διατελεῖ τῆι τε πόλει καὶ τῶν πολιτῶν ἀεὶ
τοῖς δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Θεόφιλον Φαιδίμου
Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτη-
5 σιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης οὔσης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν
αὐτῶι καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως.
Search Help
Contact Us