Proxeny decree for Akesias, son of Kallistratos, of Karystos.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 324
1 Ἀριστογείτων Πολυχάρμου εἶπεν· δεδόχθαι τῶι δήμωι·
Ἀκεσίαν Καλλιστράτου Καρύστιον πρόξενον εἶναι
τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς
γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν
5 καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν
καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα ὅσα καὶ τοῖς
ἄλλοις προξένοις.
Search Help
Contact Us