Proxeny decree for Dorion, son of Kallikles, of Soloi.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 323 — AD 28 A (1973) 189, 21 — SEG 26.603
1 Ἐχέδημος Ἀρχεβίου εἶπεν· ἐπειδὴ Δωρίων εὔνους ὢν διατελεῖ τῆι πόλει καὶ κοινεῖ καὶ ἰδίαι ἑκάστωι τῶν
πολιτῶν χρείας παρεχόμενος ἐν παντὶ καιρῶι, δεδόχθαι τῶι δήμωι· Δωρίωνα Καλλικλέους Σολέα̣ πρόξενον
εἶν<αι> καὶ 〚․․〛 εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν
καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα
5 καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us