Proxeny decree for Menekles, son of Pythodoros, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 322
1 ἄρχοντος ἐν τῶι κοινῶι Εὐαγγέλου, ἐπὶ δὲ πόλεως Εὐφήρου, μηνὸς Ἀλαλκομενείου τετράδι ἐπὶ δέκα,
ἐπεψήφιζε Κλέαρχος· Ἀριστόνικος Εὐφήρου εἶπεν· ἐπειδὴ Μενεκλῆς εὔνους ὢν διατελεῖ τῆι πόλει τῆι Ὠρωπίων
ἔν τε τῶι πρότερον χρόνωι παντὶ καὶ ἐν τῶι νῦν καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι ἑκάστωι τῶν πολιτῶν εἰς ἃ ἂν ἕκαστος
παρακαλεῖ, δεδόχθαι τῶι δήμωι· Μενεκλῆν Πυθοδώρου Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν
5 καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήν[ης]
καὶ κατ<ὰ> γῆν καὶ κατὰ θάλατταν καθάπερ τοῖς ἄλλοις προξένοις.
Search Help
Contact Us