Proxeny decree for Menekles, son of Pythodoros, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 322
1 | ἄρχοντος ἐν τῶι κοινῶι Εὐαγγέλου, ἐπὶ δὲ πόλεως Εὐφήρου, μηνὸς Ἀλαλκομενείου τετράδι ἐπὶ δέκα, |
ἐπεψήφιζε Κλέαρχος· Ἀριστόνικος Εὐφήρου εἶπεν· ἐπειδὴ Μενεκλῆς εὔνους ὢν διατελεῖ τῆι πόλει τῆι Ὠρωπίων | |
ἔν τε τῶι πρότερον χρόνωι παντὶ καὶ ἐν τῶι νῦν καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι ἑκάστωι τῶν πολιτῶν εἰς ἃ ἂν ἕκαστος | |
παρακαλεῖ, δεδόχθαι τῶι δήμωι· Μενεκλῆν Πυθοδώρου Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν | |
5 | καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήν[ης] |
καὶ κατ<ὰ> γῆν καὶ κατὰ θάλατταν καθάπερ τοῖς ἄλλοις προξένοις. |