Proxeny decree for Aristyllos, son of Charidemos, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 329
1 Στέφανος Ἀκουσιλάου εἶπεν· δεδόχθαι τῶι δήμωι·
Ἀρίστυλλον Χαριδήμου Ἀθηναῖον πρόξενον εἶ-
ναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους
καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέ-
5 [λ]ειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰ-
[ρ]ήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα
[κ]αθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us