Proxeny decree for Stasikles, son of Kallikles, of Soloi. Statue base
of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 321
1 | Δημήτριος Σωφίλου εἶπεν· ἐπειδὴ Στασικλῆς Καλλικλέους Σολεὺς διατελεῖ εὔνους καὶ χρήσιμ[ο]ς |
ὢν τῆι πόλει, δεδόχθαι τῶι δήμωι· εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων | |
καὶ αὐτὸν καὶ ἐγγόνους καὶ δεδόσθαι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέ- | |
μου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ <κα>τὰ θάλατταν καὶ ἰσοτέλειαν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις | |
5 | προξένοις καὶ εὐεργέταις. |