Proxeny decree for Stasikles, son of Kallikles, of Soloi.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 321
1 Δημήτριος Σωφίλου εἶπεν· ἐπειδὴ Στασικλῆς Καλλικλέους Σολεὺς διατελεῖ εὔνους καὶ χρήσιμ[ο]ς
ὢν τῆι πόλει, δεδόχθαι τῶι δήμωι· εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων
καὶ αὐτὸν καὶ ἐγγόνους καὶ δεδόσθαι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέ-
μου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ <κα>τὰ θάλατταν καὶ ἰσοτέλειαν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις
5 προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us