Proxeny decree for Hedylos, son of Eupolemos, of Thera. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 262
| 1 | Καλλίστρατος Ἀντιδότου εἶπεν· ἐπειδὴ |
| Ἡδύλος εὔνους ὢν διατελεῖ καὶ τῶν πολιτῶν | |
| ἀεὶ τοῖς δεομένοις χρείαν παρέχεται ἐν παν- | |
| τὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
| 5 | Ἡδύλον Εὐπολέμου Θηραέα πρόξενον εἶναι καὶ |
| εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ | |
| ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτη- | |
| σιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν | |
| καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου | |
| 10 | ὄντος καὶ εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν |
| αὐτῶι καθάπερ τοῖς ἄλλοις προξένοις καὶ | |
| εὐεργέταις. |