Proxeny decree for Philippos, son of Alkimachos, of Macedonia.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 316 — cf. SEG 47.494
1 | ἱερέως Ἀθηνοδώρου, μηνὸς Ἀλαλκομενείου, Διονυσόδωρος Σίμου ε[ἶπε]ν· |
ἐπειδὴ Φίλιππος Ἀλκιμάχου Μακεδὼν εὔνους ἐστὶ κοινεῖ τε τεῖ πό[λ]ει | |
Ὠρωπίων καὶ ἰδίαι τοῖς χρείαν ἔχουσι τῶν πολιτῶν διατελεῖ βοηθῶ[ν καὶ λέγ]ων | |
καὶ πράττων ὑπὲρ αὐτῶν ἐν παντὶ καιρῶι τ[ὰ συμφ]έροντα, δεδόχ[θαι τ]εῖ βουλεῖ | |
5 | καὶ τῶι δήμωι· Φίλιππον Ἀλκιμάχου Μακε[δόν]α αὐτὸν καὶ ἐκγόνους προξένους |
εἶναι καὶ εὐεργέτας τῆς πόλεως Ὠρωπίων κ[αὶ] εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησ- | |
ιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν καὶ κα[τ]ὰ θάλατταν καθάπερ τοῖς ἄλλοις | |
προξένοις καὶ εὐεργέταις, ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν τῶι ἱερῶι τοῦ Ἀνφιαρά- | |
ου ἐν τόπωι ὡς καλλίστωι. |