Proxeny decree for Phanos and Kleoxenos, sons of Agasikles, of Chalkis. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 261
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ἱππάρχου, ἐπὶ δὲ πόλεως Ἑρμοδώρου,
ἱερέως δὲ τοῦ Ἀμφιαράου Δημοστράτου,
[*KA]<1LLIGEI/TWN>1 <1*)ARISTA/NDROU>1 <1EI)=PE>1N: E)PEIDH\ *FA=NOS KAI\ *KLEO/CENOS
εὔνους ὄντες διατελοῦσι τῆι πόλει Ὠρωπίων καὶ τῶν πολιτῶν
5 τοῖς χρείαν ἔχουσιν ἐμ παντὶ καιρῶι τὸ συμφέρον πράττουσιν,
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Φᾶνον καὶ Κλεόξενον Ἀγασι-
κλέους Χαλκιδεῖς προξένους εἶναι τ̣ῆς πόλεως Ὠρωπίων αὐ-
τοὺς καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰ-
σοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θά-
10 λατταν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὅσα καὶ
τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως Ὠρωπίων γέγραπται.
Search Help
Contact Us