Proxeny decree for Sosistratos, son of Theophilos, of Athens.
Base of white marble, broken at the top.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 241
1 | ἱερ[έως — — — — — — — —]ου· |
Ἡράκων Κρατ[ίππου εἶπεν· ἐπ]ειδὴ συμβαίνει Σωσίστρα- | |
τον Θεοφίλου Ἀθηναῖον εὔνουν εἶναι τεῖ πόλει Ὠρω- | |
πίων καὶ τῶ[ν] πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐμ παν- | |
5 | τὶ καιρῶι τὸ συμφέρον πράττειν, δεδόχθαι τεῖ βου- |
λεῖ καὶ τῶι δήμωι· Σωσίστρατον πρόξενον εἶναι τῆς | |
πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους κα[ὶ] | |
εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ | |
ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν | |
10 | καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ |
πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάν- | |
[τα] καθάπερ τοῖς ἄλλοις προξένοις | |
[κ]αὶ εὐεργέταις γέγραπται. |