Proxeny decree for Kallias, son of Theoros, of Karystos.  Base of white marble, broken at the top.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 240
1 ἄρχοντος ἐν κοινῶι Εὐέργου, ἱερέως τοῦ Ἀμφιεράου Φανοστράτου, Πολύνικος Πανδάρου εἶπε[ν]·
ἐπειδὴ Καλλίας εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν
[ἐ]ν παντὶ καιρῶι τὸ συνφέρον πράττει, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Καλλίαν Θεώρου Καρύστιον πρόξε[νον]
εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ
5 ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ <κα>τὰ θάλατταν καὶ τἆλλα πάντα καθ[ά]-
περ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us