Proxeny decree for Ergokles, son of Charidamos, of Chalkis.  Base of white marble, broken at the top.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 237
1 ἄρχοντος ἐν κοινῶι Εὐέργου, ἱερέως δὲ τοῦ Ἀμφιεράου Φανοστράτου, Πολύνικος Πανδά-
ρου εἶπεν· ἐπειδὴ Ἐργοκλῆς Χαριδάμου εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ τῶν
πολιτῶν τοῖς χρείαν ἔχο[υ]σιν κ[αὶ] κο[ιν]εῖ κ[αὶ] ἰδί[αι] ἐμ παντὶ καιρῶι τὸ συνφέρον
πράττει, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἐργοκλῆν Χαριδήμου Χαλκιδέα
5 πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι [αὐ]-
τοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλ[ει]-
[αν] καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα
[κα]θάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us