Proxeny decree for Ergokles, son of Charidamos, of Chalkis. Base
of white marble, broken at the top.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 237
1 | ἄρχοντος ἐν κοινῶι Εὐέργου, ἱερέως δὲ τοῦ Ἀμφιεράου Φανοστράτου, Πολύνικος Πανδά- |
ρου εἶπεν· ἐπειδὴ Ἐργοκλῆς Χαριδάμου εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ τῶν | |
πολιτῶν τοῖς χρείαν ἔχο[υ]σιν κ[αὶ] κο[ιν]εῖ κ[αὶ] ἰδί[αι] ἐμ παντὶ καιρῶι τὸ συνφέρον | |
πράττει, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἐργοκλῆν Χαριδήμου Χαλκιδέα | |
5 | πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι [αὐ]- |
τοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλ[ει]- | |
[αν] καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα | |
[κα]θάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται. |