Proxeny decree for Menophilos, son of Asklepiades, of Kos.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 333
1 ἱερέως Μολοττοῦ, Πύθων Καλλιγείτονος εἶπεν· δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι
δήμωι· Μηνόφιλον Ἀσκληπιάδου Κῶιον πρόξενον εἶναι τῆς πόλεως
Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσο-
τέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πο-
5 λέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐερ-
γέταις γέγραπται.
Search Help
Contact Us