Proxeny decree for Deiniades, son of Lysimachos, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 338
1 Πύθων Καλλιγείτονος εἶπεν· δεδόχθαι τῶι δήμωι· Δεινιάδην Λυσιμάχου Ἀθηναῖον
πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγόνους
καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν
καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπερ
5 τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us