Proxeny decree for Melanthyros, son of Paramythios, of Chalkis.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230 BC — IG VII 343
1 | Πλουταρχίδης Φιλιστίδου εἶπεν· δεδόχθαι τῶι δήμωι· Μελάνθυρον Παραμυθίου |
Χαλκιδέα πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγό- | |
νους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν | |
καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπε[ρ] | |
5 | τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |