Proxeny decree for Melanthyros, son of Paramythios, of Chalkis. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230 BC — IG VII 343
1 Πλουταρχίδης Φιλιστίδου εἶπεν· δεδόχθαι τῶι δήμωι· Μελάνθυρον Παραμυθίου
Χαλκιδέα πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγό-
νους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν
καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπε[ρ]
5 τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us