Proxeny decree for Pelops, son of Dexias, of Neapolis. Statue base
of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230 BC — IG VII 342
1 | Πύθων Καλλιγείτονος εἶπεν· δεδόχθαι τῶι δήμωι· Πέλοπα Δεξία Νεαπολίτην |
πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγόνους | |
καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν | |
καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπ[ε]- | |
5 | ρ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |