Proxeny decree for Zopyros, son of Dionysios, of Chalkis.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230 BC — IG VII 388 + 446 + 494 — ArchEph (1925/26) 17, 133
1 ἄρχοντος Καλλικλέους, ἱερέως δὲ τοῦ̣ Ἀ̣[μφιαράου Ὀλυνπ]ίχ[ου]· π[ροξενί]α [κ]εκυρ[ωμένη]
ἐμ βουλεῖ Δαματρίου τριακάδι, ἐν δήμ[ω]ι Ἀ[λαλκομ]εν[είου δευ]τ[έρα]ι, Δ]μά[ρε]τος Φίλω[ν]ος
εἶπεν· προβεβουλευμένον εἶναι αὑτῶι πρὸς τὴν βου[λὴν καὶ τὸν δ][μο]ν· ἐπειδὴ Ζώπυρος [Δι]ον[υ]-
[σ]ίου Χαλκιδεὺς εὔνους ὢ<ν> διατελεῖ τεῖ τε πόλει Ὠρωπίω[ν κα]ὶ τῶν πολιτῶν τοῖς ἀεὶ δεο[μέ]-
5 [ν]οις παρέχεται χρείας ἐμ παντὶ καιρῶι καὶ λέγων καὶ πρά[τ]των τὰ συμφέρον[τα, δ]εδ[όχθαι]
τῇ βουλῇ καὶ τῶι δήμωι· Ζώπυρον Διονυσίου Χαλκιδῆ πρόξε[ν]ον εἶναι καὶ εὐεργέτη[ν τῆς πόλεως]
[Ὠρ]ωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν κ[αὶ ἰσοτέλειαν καὶ ἀσυλί]-
[αν κ]αὶ ἀσφάλειαν καὶ πο[λέμ]ου καὶ ἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν [καὶ] τἆλλα πάντα ὑπάρ[χειν] αὐτ[ῶι]
[καθάπερ καὶ τ]οῖς ἄλλ[οις π]ροξένοις καὶ εὐεργέταις [τῆς πόλ]εως γέγραπται· ἐπεψήφιζεν Μενεκλ[ῆς]
10 [Δ]ιονυσίου.
Search Help
Contact Us