Proxeny decree for Mikion, son of Eubios, of Paros.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230 BC — IG VII 341
1 ἱερέως Ὀλυνπίχου, Θυΐου ἕκτ̣ε̣ι ἐπὶ δέκα, Ἀριστόνικος
Εὐφήρου εἶπεν· δεδόχθαι τῶι δήμωι· Μικίωνα Εὐβίου
Πάριον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως
Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ
5 οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ πολέμου
καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα
πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us