Proxeny decree for Menippos, son of Kratippos, of Pergamon. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 241-230 BC — IG VII 387 — ArchEph (1925/26) 17, 132
1 Διονυσόδωρος Σωτῆρος εἶπεν· ἐπειδὴ Μ[έ]ν[ι]π[πος]
Κρατίππου Περγαμηνὸς εὔνους ὢν δια[τ]ε[λεῖ τεῖ τε]
πόλει Ὠρωπίων καὶ τῶν πολιτῶν τοῖς [ἀεὶ] δε[ομένοις]
χρείας παρέχεται ἐμ̣ παντὶ καιρῶι καὶ λ[έ]γων κα[ὶ πράττων]
5 τὰ συμφέροντα, ἐπιδημήσας τ̣ε̣ ἀ̣ν̣εστ[ράφ]η ἀξίω[ς μὲν]
αὑτοῦ, ἀξίως δὲ τῆς τοῦ βασιλέ[ω]ς αἱρ[έσεω]ς, δε̣δ[όχθαι τῶι]
δήμωι· Μένιππον Κρατίππου Περγαμηνὸ[ν πρόξ]ενο[ν εἶναι καὶ] εὐ-
εργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτ[ὸν καὶ] ἐκ[γόν]ους καὶ εἶ[ν]αι
αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσ[οτέλ]ειαν καὶ ἀσυλίαν κα[ὶ]
10 κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέ[μου ὄν]τος κα[ὶ εἰρ]ήνης κα[ὶ]
τἆλλα ὑπάρχειν πάντα καθάπερ κ[αὶ τοῖς] ἄλλοις [προξ]ένοι[ς]
καὶ εὐεργέταις τῆς πόλεως γέγρ[απται]·vacat c.8  ἐ[πεψήφ]ιζν]
            Ἀριστογείτω[ν Μειλίχου].
Search Help
Contact Us